BY RANDALL BUTH

This is a parable written in Koine Greek, challenging Christian students to use common sense when setting goals of biblical language learning. What level would be honoring to our scriptures?

Ἆρά γε τιμῶμεν τὰς ἡμῶν γραφάς;

παραβολή, τίνι ὁμοιοῦται ὁ λόγος; ·
ἄνθρωπός τις ἀπὸ τῶν Ἰνδωνησίων ἦν σόφος τοῦ Κωρᾶν,
ἀποδημήσας δὲ εἰς τὴν Κάϊραν (ἐν τῇ Αἰγύπτῳ)
συνήντησε φίλῳ σοφῷ Γαλλικῷ ἀπὸ τῆς Πόλεως τοῦ Φωτός (Πάρις)
καὶ ὡμίλουν τῇ Ἀραβικῇ γλώσσῃ.

Ἕτερος δὲ ἀπὸ τῆς Μόσχας, Ἰουδαῖος ράββει,
ἦλθεν εἰς τὰς Ἀθήνας
ἐν αἷς συνήντησεν ἄλλῳ ράββει ἀπὸ τῶν Καλῶν Ἀνέμων (Βουένος Ἄϊρες)
καὶ ὡμίλουν τῇ Ἑβραϊκῇ γλώσσῃ.

λοιπὸν δὲ εὐαγγελικός τις ἀπὸ τῆς Πόλεως τῆς Μεχίκω
ὁδοιπορῶν εἰς τὰ Ἱεροσόλυμα
συνήντησεν ἄλλῳ Χριστιανῷ ἀπὸ τῶν τῆς Βρεττανίας νήσων.
πλὴν ὡμίλουν τῇ Ἀγγλικῇ μόνον,
μήτε τῇ Ἑβραϊκῇ μήτε τῇ Ἑλληνικῇ δυνάμενοι.
τίς οὖν τούτων πλεῖον (ἢ ἦσσον) ἠγάπα τὰς ἰδίας γραφάς;

randallbuth@gmail.com
καὶ βλέπε www.biblicalulpan.org