At SBL in the Applied Linguistics section I will be giving a lecture on the advantages of speaking Greek, for those who spend a significant part of their time working with ancient Greek literature of the post Alexander period. The lecture will be twenty minutes and primarily in English. Five and one-half minutes will be in Greek itself, both discussing the issue and demonstrating what it is like. The Greek part of the lecture is previewed below. It should be in a handout at the lecture, too.

Part of the purpose of such a lecture is to explore possible frameworks and formulae for future bilingual lectures in the Applied Linguistics Consultation.

(GREEK text follows below and covers items in this English outline)

outline of Greek lecture (English lecture has addition points):
1 a. We are human.
b. we are teachers of Greek.
c. Humans are creatures of speech.
d. Greek is a human lanugage.

2. Language needs practice. SBL is a great opportunity for practice when like-minded people are together.

3. Speaking and listening is done at the speed of natural speech. Using a language at natural speeds forces internalization.

4. Speaking leads to discovery.
One example: you can’t speak without making aspectual choices in every sentence.

5. Speaking leads to all-around improvement in language skills.

6. Improved language skills lead to better reading skills.

7. Using Greek demonstrates that it is possible to communicate in an ancient language.

(We may surprise ourselves positively with our capabilities. To listen to the language being used in a training setting, see the April 2010 blog
http://alefandomega.blogspot.com/2010/04/cana-in-greek.html ).

χαίρετε
ἀρέσκει μοι τὸ ἰδεῖν ὑμᾶς καθιζομένους ἐν ταύτῃ τῇ αὐλῇ
εἰς τὸ ἀκοῦσαί τι ἐν τῇ ἑλληνικῇ γλώσσῃ.

ἐν χαρᾷ ἀσπαζόμενος ὑμᾶς
ἐρωτῶ ἡμῖν πᾶσι τὸ ἐρώτημα
τὸ Διὰ τί δημηγορῶ
λαλῶν ὑμῖν ἑλληνιστί;

ἡ πρώτη αἰτία ἐστὶν ὅτι
ἡμεῖς ἐσμεν ἄνθρωποι
καὶ διδάσκαλοι τῆς ἑλληνικῆς γλώσσης.
Κατὰ τὰς γραφάς,
κατ᾽ εἰκόνα τοῦ θεοῦ ἐποίησεν ἡμᾶς ὁ θεὸς,
καθ᾽ ὁμοίωσιν αὐτοῦ.

εἰ οὖν κατ᾽ αὐτοῦ εἰκόνα ἐσμέν,
τὴν δύναμιν τοῦ λαλεῖν ἔχομεν
δυνάμενοι πρὸς ἀλλήλους γνωρίζειν
τὰς ἡμῶν διανοίας ἐν ἀνθρωπίναις γλώσσαις.
ἡ δὲ ἑλληνικὴ ἀνθρωπίνη γλῶσσά ἐστιν.
διὸ δημηγορῶ ἑλληνιστί.

ἡ δευτέρα αἰτία ἐστιν ὅτι
ἡ τέχνη ἐν ταῖς γλώσσαις ὀφείλει χρῆσιν.
δεῖ ἡμᾶς χρῆσθαι γλώσσῃ,
τὸ πράσσειν ἐστιν καλόν τε καὶ ἀναγκαῖον.
Τίς οὖν τόπος κρείσσων ἐστιν ἢ εΣ. μΒι. εΛ [ΣΒΛ] ;
Καὶ παραγινόμενοι ἐπὶ τὸ αὐτὸ καὶ ὁμοθυμαδὸν
δυνάμεθα συλλαλεῖν ὅσα ἄν βουλώμεθα.
διὸ δημηγορῶ ἑλληνιστί.

ἡ τρίτη αἰτία ἐστὶν ὅτι
τὸ τάχος οἰκοδομεῖ γνῶσιν βαθεῖαν.
ἡ ἀνθρωπίνη λαλιά ἐστιν ταχεῖα.
τουτ᾽ ἔστιν
οὐ δίδωσιν ἡ λαλιὰ χρόνον ἱκανὸν
εἰς τὸ φρονεῖν ἐν ἑτέρᾳ γλώσσῃ
ἢ εἰς τὸ μεθερμηνεύειν ἐν ἑτέρᾳ διαλέκτῳ. [μεταφράζειν]
οἱ ἀκούοντες δημηγορίαν ἀναγκάζονται φρονεῖν
ἐν τῇ διαλέκτῳ τῆς δημηγορίας ἐκείνης.
εἰ μὲν δημηγορῶ ἑλληνιστί
δεῖ δὲ ὑμᾶς ἀκούειν ταχέως
καὶ συνιέναι ἑλληνιστί.
ἄλλως γὰρ οὐ συνήσετε οὐδὲ καταλήμψεσθε,
μὴ ἔχοντες χρόνον τοῦ φρονεῖν ἐν ἑτέρᾳ γλώσσῃ.
ἄρα οὖν τὸ τάχος τῆς λαλιᾶς ἀναγκάζει
τὸ φρονεῖν ἐν τῇ ἑλληνικῇ,
τὸ δὲ φρονεῖν ἐν τῇ ἑλληνικῇ
οἰκοδομεῖ γνῶσιν βαθεῖαν καὶ τελειοτέραν.
διὸ καὶ δημηγορῶ ἑλληνιστί.

ἡ τετάρτη αἰτία ἐστὶν ἡ εὕρησις.
εὑρίσκομεν εὑρήματα
παραδείγματος χάριν —
λαλοῦντες ἑλληνιστί
ὀφείλομεν ἐκλέξασθαι ἢ ἀόριστον ῥῆμα ἢ παρατατικὸν ῥῆμα.
δεῖ ἡμᾶς ἑλέσθαι μεταξὺ τοῦ ποιῆσαι καὶ τοῦ ποιεῖν.
διά γε χρήσεως καὶ ἕξεως μανθάνομεν αἰσθάνεσθαι
πῶς διαφέρει τὸ <ἵνα ποιήσῃ> καὶ τὸ <ἵνα ποιῇ>.
διὸ δημηγορῶ ἑλληνιστί.

ἡ πέμπτη αἰτία ἐστὶν ὅτι
διὰ χρήσεως προκόπτομεν.
πᾶς ὁ κόσμος ὁμολογεῖ ὅτι
ἡ τῆς γλώσσῃς τέχνη αὐξήσει διὰ χρήσεως.
ἐὰν χρώμεθα τῇ γλῶσσῃ
προκόψομεν.
ἄρα γε χρώμενοι τῇ γλώσσῃ
ποιήσομεν κρείσσονα καὶ μᾶλλον κρείσσονα.
διὸ δημηγορῶ ἑλληνιστί.

ἡ ἕκτη αἰτία ἐστὶν ὅτι ὁ καρπὸς τῆς ἐργασίας ἡμῶν
ἐστιν ἀνάγνωσις βαθεῖα καὶ διακρίνουσα.
ἐὰν ἡ τέχνη ἡμῶν ἐν τῇ γλώσσῃ αὐξάνῃ
ἡ τέχνη τῆς ἀναγνώσεως αὐξάνει.
διὸ δημηγορῶ ἑλληνιστί.

ἡ ἑβδόμη αἰτία ἐστὶν ὅτι
δείκνυμεν τί ἐστιν τὸ δύνατον ἐν τῇ ἑλληνικῇ.
ἐάν τις ἐρωτᾷ περὶ τῆς ἀρχαίας κοινῆς διαλέκτου
λέγων
ἆρά γε δυνάμεθα συλλαλεῖν ἀλλήλοις ἐν γλώσσῃ θνητῇ;
τότε ἀποκριθησόμεθα
Ναί. καὶ πάλιν Ναί.

διὸ δημηγορῶ ἑλληνιστί.